ΑΠΟΛΥΤΙΚΙΑ



ΑΓΙΟΣ ΜΑΤΘΑΙΟΣ Ο ΕΥΑΓΓΕΛΙΣΤΗΣ

16 Νοεμβρίου

ΑΠΟΛΥΤΙΚΙΟ.

Θείας ήκουσας φωνής του Λόγου, και την πίστεως το φως εδέξω, καταλείψας τελωνίου τον σύνδεσμον. όθεν Χριστού την απόρρητον κένωσιν ευηγγελίσω Ματθαίε Απόστολε. Και νυν πρέσβευε δοθήναι τοις σε γεραίρουσι πταισμάτων ιλασμόν και μέγα έλεος

 

 



ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΕΛΕΗΜΟΝ

12 Νοεμβρίου

ΑΠΟΛΥΤΙΚΙΟ.

Εν τη υπομονή σου εκτήσω τον μισθόν σου, Πάτερ όσιε, ταις προσευχαίς σου αδιαλείπτως εγκαρτερήσας, τους πτωχούς αγαπήσας και τούτοις επαρκέσας. Αλλά πρέσβευε Χριστώ τω Θεώ, Ιωάννη Ελεήμον μακάριε, σωθήναι τας ψυχάς ημών.

 

 



ΑΓΙΟΣ ΝΕΚΤΑΡΙΟΣ

9 Νοεμβρίου

ΑΠΟΛΥΤΙΚΙΟ.

Σηλυβρίας τον γόνον και Αιγίνης τον έφορον, τον εσχάτοις χρόνοις φανέντα, αρετής φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ως ένθεον θεράποντα Χριστού, αναβλύζει γάρ ιάσεις παντοδαπάς, τοις ευλαβώς κραυγάζουσι. Δόξα τω σε δοξάσαντι Χριστώ, δόξά τω σε θαυμαστώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.

 



ΑΓΙΟΣ ΑΡΣΕΝΙΟΣ

10 Νοεμβρίου

ΑΠΟΛΥΤΙΚΙΟ.

Βιον ένθεον, καλώς ανύσας, σκεύος τίμιον του Παρακλήτου, ανεδείχθεις θεοφόρε Αρσένιε, και των θαυμάτων την χάριν δεξάμενος πάσι παρέχεις ταχείαν βοήθειαν, Πάτερ Οσιε Χριστόν τον Θεόν ικέτευε, δωρήσασθε ημίν το μέγα έλεος.